Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.14 | Dem. 29.17 (English) | >>Dem. 29.21 |
29.16τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες , ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων . πρῶτον μὲν γάρ , εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν , οὐκ ἂν νῦν ἔξαρνος ἦν , ἀλλὰ τότʼ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης , ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει . δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν , ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν , εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον , ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν .
29.17ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν , ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας , ἵνʼ εἰ μὴ παρεδίδουν , μηδὲν δίκαιον λέγειν ἐδόκουν . νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν , ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος , ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος , παραλαβεῖν ἠθέλησεν , ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους .
29.18καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω , καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης , ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν , καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας . καί μοι κάλει δεῦρʼ αὐτούς .ὃ τοίνυν , ὦ ἄνδρες δικασταί , πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον , βούλομαι διελθεῖν . ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται , βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ ;
Μάρτυρες
29.19
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.14 | Dem. 29.17 (English) | >>Dem. 29.21 |